Βίοι Αγίων
johnpatrablog
. . . . . «Κύριε Ιησού Χριστέ Υιέ του Θεού ελέησόν με» . . . . . . johnpatrablog

Αναζήτηση Αγίων (χρησιμοποιήστε τόνους στα ονόματα)

Translate

ΑΝΑΣΤΑΣΙΜΗ ΠΡΟΣΕΥΧΗ


Χριστὸς ἀνέστη ἐκ νεκρῶν,

θανάτῳ θάνατον πατήσας

καὶ τοῖς ἐν τοῖς μνήμασι

ζωὴν χαρισάμενος.

 

Ἀνάστασιν Χριστοῦ θεασάμενοι,

προσκυνήσωμεν ἅγιον, Κύριον,

Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν

καὶ τὴν ἁγίαν σου Ἀνάστασιν

ὑμνοῦμεν καὶ δοξάζομεν·

σὺ γὰρ εἶ ο Θεὸς ἡμῶν,

ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,

τὸ ὄνομά σου ὀνομάζομεν.

Δεῦτε πάντες οἱ πιστοί,

προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν·

ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ

χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,

ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ·

Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,

θανάτῳ θάνατον ὤλεσεν.

 

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου

καθὼς προεῖπεν,

ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν

καὶ το μέγα ἔλεος αμήν.